Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.120 Joseph. AJ 12.124 (English) >>Joseph. AJ 12.129

12.122ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν, 12.123οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν, 12.124ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων. 12.125

Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος Σελεύκου υἱωνὸς παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος, 12.126μόνοι μετέλθωσιν, ἀξιούντων δʼ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ· γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.120 Joseph. AJ 12.124 (English) >>Joseph. AJ 12.129

Powered by PhiloLogic